Add parallel Print Page Options

45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [a]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [b]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [c]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [d]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [e]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [f]πόλει ἕως οὗ ἐνδύσησθε [g]ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς [h]ἕως [i]πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [j][καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [k][προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ [l]εὐλογοῦντες τὸν [m]θεόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 πρὸς WH Treg NIV ] εἰς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NIV RP ] [[WH]]
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:52 προσκυνήσαντες αὐτὸν Treg NIV RP ] [[WH]]
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 εὐλογοῦντες WH NIV ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 θεόν WH Treg NIV ] + Ἀμήν RP